The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

CHRONICLES 1

 

ΚΕΦ. 1-10

1

ΑΔΑΜ, Σήθ, ᾿Ενώς, 2 Καϊνᾶν, Μαλελεήλ, ᾿Ιάρεδ, 3 ᾿Ενώχ, Μαθουσάλα, Λάμεχ, 4 Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, ᾿Ιάφεθ. 5 υἱοὶ ᾿Ιάφεθ· Γαμέρ, Μαγώγ, Μαδαΐμ, ᾿Ιωϋάν, ῾Ελισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας. 6 καὶ οἱ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 7 καὶ οἱ υἱοὶ ᾿Ιωϋάν· ῾Ελισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ρόδιοι. 8 καὶ οἱ υἱοὶ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν. 9 καὶ υἱοὶ Χούς· Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ρεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ρεγμά· Σαβὰ καὶ Δαδάν. 10 καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. 11 Καὶ Μεσραΐμ ἐγέννησε τοὺς Λωδιεὶμ καὶ τοὺς ᾿Αναμιεὶμ καὶ τοὺς Λαβεὶν καὶ τοὺς Νεφθαλὶμ 12 καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφοριεὶμ 13 καὶ Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον 14 καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον 15 καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον καὶ τὸν ᾿Ασενναῖον 16 καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί. 17 υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασσοὺδ καὶ ᾿Αρφαξάδ. 18 Καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, καὶ Σαλὰ ἐγέννησε τὸν ᾿Εβέρ, 19 καὶ τῷ ᾿Εβὲρ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν. 20 καὶ ᾿Ιεκτὰν ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ τὸν Σαλὲφ καὶ τὸν ᾿Αραμὼθ 21 καὶ τὸν Κεδουρὰν καὶ τὸν Αἰγὴν καὶ τὸν Δεκλὰμ 22 καὶ τὸν Γεμιὰν καὶ τὸν ᾿Αβιμέκλ καὶ τὸν Σαβὰν 23 καὶ τὸν Οὐφεὶρ καὶ τὸν Εὐὶ καὶ τὸν ᾿Ωράμ· πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν. 24 υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασοὺρ καὶ ᾿Αρφαξάδ. Σαλά, 25 ῎Εβερ, Φαλέγ, Ραγαῦ, 26 Σερούχ, Νεχώρ, Θάρα, 27 ῾Αβραάμ. 28 υἱοὶ δὲ ῾Αβραάμ· ᾿Ισαὰκ καὶ ᾿Ισμαήλ. 29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου ᾿Ισμαήλ· Ναβαιὼθ καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάμ, 30 Μασμά, ᾿Ιδουμά, Μασσή, Χονδάν, Θαιμάν, 31 ᾿Ιεττούρ, Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν υἱοὶ ᾿Ισμαήλ. 32 καὶ υἱοὶ Χεττούρας παλλακῆς ῾Αβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, ᾿Ιεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ ᾿Ιεξάν· Δαιδὰν καὶ Σαβά. 33 καὶ υἱοὶ Μαδιάμ· Γαιφὰρ καὶ ᾿Οφὲρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβιδὰ καὶ ᾿Ελλαδά. πάντες οὗτοι υἱοὶ Χεττούρας. 34 καὶ ἐγέννησεν ῾Αβραὰμ τὸν ᾿Ισαάκ. καὶ υἱοὶ ᾿Ισαάκ· ᾿Ιακὼβ καὶ ῾Ησαῦ. 35 υἱοὶ ῾Ησαῦ· ᾿Ελιφὰζ καὶ Ραγουὴλ καὶ ᾿Ιεοὺλ καὶ ᾿Ιεγλὸμ καὶ Κορέ. 36 υἱοὶ ᾿Ελιφάζ· Θαιμὰν καὶ ᾿Ωμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ ᾿Αμαλήκ. 37 καὶ υἱοὶ Ραγουήλ· Ναχές, Ζαρέ, Σομὲ καὶ Μοζέ. 38 υἱοὶ Σηΐρ· Λωτάν, Σωβάλ, Σεβεγών, ᾿Ανά, Δησών, ῾Ωσὰρ καὶ Λισάν. 39 καὶ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν, ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 40 υἱοὶ Σωβάλ· Γωλάμ, Μαναχάθ, Γαιβήλ, Σὼβ καὶ ᾿Ωνάν. υἱοὶ δὲ Σεβεγών· ᾿Αϊὰ καὶ ᾿Ανά. 41 υἱοὶ ᾿Ανά· Δαισών. υἱοὶ δὲ Δαισών· ᾿Εμερὼν καὶ ᾿Εσεβὰν καὶ ᾿Ιεθρὰν καὶ Χαρράν. 42 καὶ υἱοὶ ῾Ωσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιωκάν. υἱοὶ Δαισάν· ῍Ως καὶ ᾿Αράν. 43 καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 44 καὶ ἀπέθανε Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 45 καὶ ἀπέθανεν ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὸμ ἐκ γῆς Θαιμανών. 46 καὶ ἀπέθανεν ᾿Ασόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 47 καὶ ἀπέθανεν ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς. 48 καὶ ἀπέθανε Σεβλά, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 49 καὶ ἀπέθανε Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼρ υἱὸς ᾿Αχοβώρ. 50 καὶ ἀπέθανε Βαλαεννώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ. 51 ἡγεμόνες ᾿Εδώμ· ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλαδά, ἡγεμὼν ᾿Ιεθέρ, 52 ἡγεμὼν ᾿Ελιβαμάς, ἡγεμὼν ᾿Ηλάς, ἡγεμὼν Φινών, 53 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωΐν. οὗτοι ἡγεμόνες ᾿Εδώμ.


2

ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ· Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδα, ᾿Ισσάχαρ, Ζαβουλών, 2 Δάν, ᾿Ιωσήφ, Βενιαμίν, Νεφθαλί, Γάδ, ᾿Ασήρ. 3 υἱοὶ ᾿Ιούδα· ῎Ηρ, Αὐνάν, Σηλώμ, τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος. καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν. 4 καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς καὶ τὸν Ζαρά. πάντες υἱοὶ ᾿Ιούδα πέντε. 5 υἱοὶ Φαρές· ᾿Εσρὼμ καὶ ᾿Ιεμουήλ. 6 καὶ υἱοὶ Ζαρά· Ζαμβρὶ καὶ Αἰθὰν καὶ Αἰμὰν καὶ Καλχὰλ καὶ Δαράδ, πάντες πέντε. 7 καὶ υἱοὶ Χαρμί· ῎Αχαρ ὁ ἐμποδοστάτης ᾿Ισραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8 καὶ υἱοὶ Αἰθάν, ᾿Αζαρίας. 9 καὶ υἱοὶ ᾿Εσρώμ, οἳ ἐτέχθησαν αὐτῷ· ὁ ῾Ιεραμεὴλ καὶ ὁ ᾿Αρὰμ καὶ ὁ Χαλέβ. 10 καὶ ᾿Αρὰμ ἐγέννησε τὸν ᾿Αμιναδὰβ καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου ᾿Ιούδα, 11 καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ, 12 καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ, καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, 13 καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν ᾿Ελιάβ· ᾿Αμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, 14 Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαΐ ὁ πέμπτος, 15 ᾿Ασὸμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος, 16 καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία καὶ ᾿Αβιγαία· καὶ υἱοὶ Σαρουία· ᾿Αβισὰ καὶ ᾿Ιωὰβ καὶ ᾿Ασαήλ, τρεῖς. 17 καὶ ᾿Αβιγαία ἐγέννησε τὸν ᾿Αμεσσά· καὶ πατὴρ ᾿Αμεσσὰ ᾿Ιοθὸρ ὁ ᾿Ισμαηλίτης. 18 καὶ Χαλὲβ υἱὸς ᾿Εσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν ῾Ιεριώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· ᾿Ιασὰρ καὶ Σουβὰβ καὶ ᾿Ορνά. 19 καὶ ἀπέθανε Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν ᾿Εφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν ῎Ωρ· 20 καὶ ῍Ωρ ἐγέννησε τὸν Οὐρί, καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ. 21 καὶ μετὰ ταῦτα εἰσῆλθεν ᾿Εσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν. καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. 22 καὶ Σεροὺχ ἐγέννησε τὸν ᾿Ιαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ. 23 καὶ ἔλαβε Γεδσοὺρ καὶ ᾿Αρὰμ τὰς κώμας ᾿Ιαΐρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ. 24 καὶ μετὰ τὸ ἀποθανεῖν ᾿Εσρὼν ἦλθε Χαλὲβ εἰς ᾿Εφραθά. καὶ ἡ γυνὴ ᾿Εσρὼν ᾿Αβιά, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Ασχὼδ πατέρα Θεκωέ. 25 καὶ ἦσαν οἱ υἱοὶ ῾Ιεραμεὴλ πρωτοτόκου ᾿Εσρών, ὁ πρωτότοκος Ράμ, καὶ Βαανὰ καὶ ᾿Αρὰν καὶ ᾿Ασὸμ ἀδελφὸς αὐτοῦ. 26 καὶ ἦν γυνὴ ἑτέρα τῷ ῾Ιεραμεήλ, καὶ ὄνομα αὐτῇ ᾿Ατάρα· αὕτη ἐστὶ μήτηρ ᾿Οζόμ. 27 καὶ ἦσαν υἱοὶ Ρὰμ πρωτοτόκου ῾Ιεραμεήλ· Μαὰς καὶ ᾿Ιαμὶν καὶ ᾿Ακόρ. 28 καὶ ἦσαν υἱοὶ ᾿Οζόμ· Σαμαΐ καὶ ᾿Ιαδαέ. καὶ υἱοὶ Σαμαΐ· Ναδὰβ καὶ ᾿Αβισούρ. 29 καὶ ὄνομα τῆς γυναικὸς ᾿Αβισοὺρ ᾿Αβιχαία, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Αχαβὰρ καὶ τὸν Μωήλ. 30 καὶ υἱοὶ Ναδάβ· Σαλὰδ καὶ ᾿Απφαίν. καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα. 31 καὶ υἱοὶ ᾿Απφαίν· ᾿Ισεμιήλ. καὶ υἱοὶ ᾿Ισεμιήλ· Σωσάν. καὶ υἱοὶ Σωσάν· ᾿Ααδαί. 32 καὶ υἱοὶ ᾿Ααδαί· ᾿Αχισαμάς, ᾿Ιεθέρ, ᾿Ιωνάθαν· καὶ ἀπέθανεν ᾿Ιεθὲρ οὐκ ἔχων τέκνα. 33 καὶ υἱοὶ ᾿Ιωνάθαν· Φαλὲδ καὶ ῾Οζάμ. οὗτοι ἦσαν υἱοὶ ῾Ιεραμεήλ. 34 καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλ᾿ ἢ θυγατέρες· καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ ᾿Ιωχήλ, 35 καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ ᾿Ιωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Εθθί. 36 καὶ ᾿Εθθὶ ἐγέννησε τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβέδ, 37 καὶ Ζαβὲδ ἐγέννησε τὸν ᾿Αφαμήλ, καὶ ᾿Αφαμὴλ ἐγέννησε τὸν ᾿Ωβήδ, 38 καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιηού, καὶ ᾿Ιηοὺ ἐγέννησε τὸν ᾿Αζαρίαν, 39 καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Χελλής, καὶ Χελλὴς ἐγέννησε τὸν ᾿Ελεασά, 40 καὶ ᾿Ελεασὰ ἐγέννησε τὸν Σοσομαΐ, καὶ Σοσομαΐ ἐγέννησε τὸν Σαλούμ, 41 καὶ Σαλοὺμ ἐγέννησε τὸν ᾿Ιεχεμίαν, καὶ ᾿Ιεχεμίας ἐγέννησε τὸν ᾿Ελισαμά, καὶ ᾿Ελισαμὰ ἐγέννησε τὸν ᾿Ισμαήλ. 42 καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ ῾Ιεραμεήλ· Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζίφ· καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών. 43 καὶ υἱοὶ Χεβρών· Κορὲ καὶ Θαπφοὺς καὶ Ρεκὸμ καὶ Σαμαά. 44 καὶ Σαμαὰ ἐγέννησε τὸν Ραὲμ πατέρα ᾿Ιεκλάν, καὶ ᾿Ιεκλὰν ἐγέννησε τὸν Σαμαΐ· 45 καὶ υἱὸς αὐτοῦ Μαών, καὶ Μαὼν πατὴρ Βαιθσούρ. 46 καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν ᾿Αρρὰν καὶ τὸν Μωσὰ καὶ τὸν Γεζουέ. 47 καὶ υἱοὶ ᾿Αδδαΐ· Ραγὲμ καὶ ᾿Ιωάθαμ καὶ Σωγὰρ καὶ Φαλὲκ καὶ Γαιφὰ καὶ Σαγαέ. 48 καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ καὶ τὸν Θαράμ. 49 καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ καὶ πατέρα Γαιβαά· καὶ θυγάτηρ Χαλὲβ ᾿Ασχά. 50 οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ ῍Ωρ πρωτοτόκου ᾿Εφραθά· Σωβὰλ πατὴρ Καριαθιαρίμ. 51 Σαλωμὼν πατὴρ Βαιθλαὲμ καὶ ᾿Αρὶμ πατὴρ Βαιθγεδώρ. 52 καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρίμ· ᾿Αραὰ καὶ Αἰσὶ καὶ ᾿Αμμανὶθ 53 καὶ Οὐμασφαέ, πόλις ᾿Ιαΐρ, Αἰθαλὶμ καὶ Μιφιθὶμ καὶ ῾Ησαμαθὶμ καὶ ῾Ημασαραΐμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ ᾿Εσθαάμ. 54 υἱοὶ Σαλωμών· Βαιθλαέμ, Νετωφαθί, ᾿Αταρὼθ οἴκου ᾿Ιωὰβ καὶ ἥμισυ τῆς Μαλαθί, ᾿Ησαρί, 55 πατριαὶ γραμματέων κατοικοῦντες ἐν ᾿Ιάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ρηχάβ.


3

ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος ᾿Αμνὼν τῇ ᾿Αχιναὰμ τῇ ᾿Ιεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ ᾿Αβιγαίᾳ τῇ Καρμηλίᾳ, 2 ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος ᾿Αδωνία υἱὸς ᾿Αγγίθ, 3 ὁ πέμπτος Σαφατία τῆς ᾿Αβιτάλ, ὁ ἕκτος ᾿Ιεθραὰμ τῇ ᾿Αγλᾷ γυναικὶ αὐτοῦ. 4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ ᾿Αμιήλ, 6 καὶ ᾿Ιεβαὰρ καὶ ᾿Ελισὰ καὶ ᾿Ελιφαλὴθ 7 καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ ᾿Ιαφιὲ 8 καὶ ῾Ελισαμὰ καὶ ᾿Ελιαδὰ καὶ ᾿Ελιφαλά, ἐννέα. 9 πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν. 10 υἱοὶ Σαλωμών· Ροβοάμ, ᾿Αβιὰ υἱὸς αὐτοῦ, ᾿Ασὰ υἱὸς αὐτοῦ, ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ, 11 ᾿Ιωρὰμ υἱὸς αὐτοῦ, ᾿Οχοζίας υἱὸς αὐτοῦ, ᾿Ιωὰς υἱὸς αὐτοῦ, 12 ᾿Αμασίας υἱὸς αὐτοῦ, ᾿Αζαρίας υἱὸς αὐτοῦ, ᾿Ιωάθαμ υἱὸς αὐτοῦ, 13 ῎Αχαζ υἱὸς αὐτοῦ, ᾿Εζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, 14 ᾿Αμὼν υἱὸς αὐτοῦ, ᾿Ιωσία υἱὸς αὐτοῦ. 15 καὶ υἱοὶ ᾿Ιωσία· πρωτότοκος ᾿Ιωανάν, ὁ δεύτερος ᾿Ιωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ. 16 καὶ υἱοὶ ᾿Ιωακίμ· ᾿Ιεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ. 17 καὶ υἱοὶ ᾿Ιεχονία· ᾿Ασίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ, 18 Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ ᾿Ιεκεμία καὶ ῾Ωσαμὰθ καὶ Ναβαδίας. 19 καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ ᾿Ανανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν 20 καὶ ᾿Ασουβὲ καὶ ᾿Οὸλ καὶ Βαραχία καὶ ᾿Ασαδία καὶ ᾿Ασοβέδ, πέντε. 21 καὶ υἱοὶ ᾿Ανανία· Φαλεττία καὶ ᾿Ιεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, ᾿Ορνὰ υἱὸς αὐτοῦ, ᾿Αβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ. 22 καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ ᾿Ιωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ. 23 καὶ υἱοὶ Νωαδία· ᾿Ελιθενὰν καὶ ᾿Εζεκία καὶ ᾿Εζρικάμ, τρεῖς. 24 καὶ υἱοὶ ᾿Ελιθενάν· ᾿Οδολία καὶ ῾Ελιασεβὼν καὶ Φαδαΐα καὶ ᾿Ακοὺβ καὶ ᾿Ιωανὰν καὶ Δαλααΐα καὶ ᾿Ανάν, ἑπτά.


4

ΚΑΙ υἱοὶ ᾿Ιούδα· Φαρές, ᾿Εσρὼμ καὶ Χαρμὶ καὶ ῎Ωρ, Σουβὰλ 2 καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν ᾿Ιέθ, καὶ ᾿Ιὲθ ἐγέννησε τὸν ᾿Αχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί. 3 καὶ οὗτοι υἱοὶ Αἰτάμ· ᾿Ιεζραὴλ καὶ ᾿Ιεσμὰν καὶ ᾿Ιεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν ᾿Εσηλεββών. 4 καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ ᾿Αζὴρ πατὴρ ᾿Ωσάν. οὗτοι υἱοὶ ῍Ωρ τοῦ πρωτοτόκου ᾿Εφραθὰ πατρὸς Βαθαλαέν. 5 καὶ τῷ ᾿Ασοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, ᾿Αωδὰ καὶ Θοαδά. 6 καὶ ἔτεκεν αὐτῷ ᾿Αωδὰ τὸν ᾿Ωχαία καὶ τὸν ᾿Ηφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν ᾿Αασθήρ· πάντες οὗτοι υἱοὶ ᾿Αωδᾶς. 7 καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ ᾿Εθνάν. 8 καὶ Κὼς ἐγέννησε τὸν ᾿Ενὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ ᾿Ιαρίν. 9 καὶ ἦν ᾿Ιγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής. 10 καὶ ἐπεκαλέσατο ᾿Ιγαβὴς τὸν Θεὸν ᾿Ισραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο. 11 καὶ Χαλὲβ πατὴρ ᾿Ασχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ ᾿Ασσαθών. 12 καὶ ᾿Ασσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ ᾿Εσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά. 13 καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, ᾿Αθάθ. 14 καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν ᾿Ιωὰβ πατέρα ᾿Αγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν. 15 καὶ υἱοὶ Χαλὲβ υἱοῦ ᾿Ιεφοννή· ᾿Ηρά, ᾿Αδὰ καὶ Νοόμ. καὶ υἱοὶ ᾿Αδά, Κενέζ. 16 καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ ᾿Εσεραήλ. 17 καὶ υἱοὶ ᾿Εσρί· ᾿Ιεθέρ, Μωρὰδ καὶ ῎Αφερ καὶ ᾿Ιαμών. καὶ ἐγέννησεν ᾿Ιεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα ᾿Εσθαιμών. 18 καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη ᾿Αδία) ἔτεκε τὸν ᾿Ιάρεδ πατέρα Γεδὼρ καὶ τὸν ᾿Αβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ. 19 καὶ υἱοὶ γυναικὸς τῆς ᾿Ιδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ ᾿Εσθαιμών, Νωχαθί. 20 καὶ υἱοὶ Σεμιών· ᾿Αμνὼν καὶ ᾿Ανὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ, 21 υἱοὶ Σηλὼμ υἱοῦ ᾿Ιούδα· ῍Ηρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων ᾿Εφραδαβὰκ τῷ οἴκῳ ᾿Εσοβὰ 22 καὶ ᾿Ιωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ ᾿Ιωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ. 23 οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν ᾿Αταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. 24 υἱοὶ Συμεών· Ναμουὴλ καὶ ᾿Ιαμίν, ᾿Ιαρίβ, Ζαρέ, Σαούλ· 25 Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, 26 ᾿Αμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ. 27 Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ ᾿Ιούδα. 28 καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν ᾿Εσηρσουὰλ 29 καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ 30 καὶ ἐν Βαθουὴλ καὶ ἐν ῾Ερμὰ καὶ ἐν Σικελὰγ 31 καὶ ἐν Βαιθμαριμὼθ καὶ ῾Ημισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ. 32 καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ ᾿Ηνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε. 33 καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. 34 καὶ Μοσωβὰβ καὶ ᾿Ιεμολὸχ καὶ ᾿Ιωσία υἱὸς ᾿Αμασία 35 καὶ ᾿Ιωὴλ (καὶ οὗτος υἱὸς ᾿Ασαβία), υἱὸς Σαραία, υἱὸς ᾿Ασιὴλ 36 καὶ ᾿Ελιωναΐ καὶ ᾿Ιακαβὰ καὶ ᾿Ιασουΐα καὶ ᾿Ασαΐα καὶ ᾿Ιεδιὴλ καὶ ᾿Ισμαὴλ καὶ Βαναίας 37 καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ ᾿Αλὼν υἱοῦ ᾿Ιεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου. 38 οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος, 39 καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· 40 καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. 41 καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. 42 καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ ᾿Οζιὴλ υἱοὶ ᾿Ιεσὶ ἄρχοντες αὐτῶν· 43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ ᾿Αμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.


5

ΚΑΙ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ ᾿Ιωσὴφ υἱῷ ᾿Ισραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια· 2 ὅτι ᾿Ιούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ ᾿Ιωσήφ. 3 υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼμ καὶ Χαρμί. 4 υἱοὶ ᾿Ιωήλ· Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ· 5 υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ ᾿Ιωήλ, 6 υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς ᾿Ασσούρ· οὗτος ἄρχων τῶν Ρουβήν. 7 καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων ᾿Ιωὴλ καὶ Ζαχαρία 8 καὶ Βαλὲκ υἱὸς ᾿Αζοὺζ υἱὸς Σαμά, υἱὸς ᾿Ιωήλ· οὗτος κατῴκησεν ἐν ᾿Αροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν 9 καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. 10 καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ. 11 υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά. 12 ᾿Ιωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ ᾿Ιανὶν ὁ γραμματεὺς ἐν Βασάν. 13 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ ᾿Ιωρεὲ καὶ ᾿Ιωαχὰν καὶ Ζουέ, καὶ ᾿Ωβήδ, ἑπτά. 14 οὗτοι υἱοὶ ᾿Αβιχαία υἱοῦ Οὐρὶ υἱοῦ ᾿Ιδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ ᾿Ιεσαΐ υἱοῦ ᾿Ιεδδαΐ υἱοῦ Ζαβουχὰμ 15 ἀδελφοῦ υἱοῦ ᾿Αβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν. 16 κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις· αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. 17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις ᾿Ιωάθαμ βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραήλ. 18 υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. 19 καὶ ἐποίουν πόλεμον μετὰ τῶν ᾿Αγαρηνῶν καὶ ᾿Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων 20 καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ ᾿Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. 21 καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· 22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας. 23 καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ ᾿Ερμὼν καὶ Σανὶρ καὶ ὄρος ᾿Αερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. 24 καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· ᾿Οφὲρ καὶ Σεΐ καὶ ᾿Ελιὴλ καὶ ῾Ιερμία καὶ ᾿Ωδουΐα καὶ ᾿Ιεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. 25 καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν. 26 καὶ ἐπήγειρεν ὁ Θεὸς ᾿Ισραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως ᾿Ασσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως ᾿Ασσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης. 27 Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 28 καὶ υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. 29 καὶ υἱοὶ ῎Αμβραμ· ᾿Ααρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ ᾿Ααρών· Ναδὰβ καὶ ᾿Αβιούδ, ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 30 ᾿Ελεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν ᾿Αβισού, 31 ᾿Αβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν ᾿Οζί, 32 ᾿Οζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ 33 καὶ Μαριὴλ ἐγέννησε τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, 34 καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν ᾿Αχιμάας, 35 καὶ ᾿Αχιμάας ἐγέννησε τὸν ᾿Αζαρίαν, καὶ ᾿Αζαρίας ἐγέννησε τὸν ᾿Ιωανάν, 36 καὶ ᾿Ιωανὰν ἐγέννησε τὸν ᾿Αζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν ῾Ιερουσαλήμ. 37 καὶ ἐγέννησεν ᾿Αζαρίας τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, 38 καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ, 39 καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν ᾿Αζαρίαν, 40 καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν ᾿Ιωσαδάκ, 41 καὶ ᾿Ιωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.


6

ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. 3 υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. 4 υἱοὶ Μεραρί· Μοολὶ καὶ ῾Ομουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. 5 τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ ᾿Ιὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, 6 ᾿Ιωὰχ υἱὸς αὐτοῦ, ᾿Αδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, ᾿Ιεθρὶ υἱὸς αὐτοῦ. 7 υἱοὶ Καάθ· ᾿Αμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, ᾿Ασὴρ υἱὸς αὐτοῦ. 8 ῾Ελκανὰ υἱὸς αὐτοῦ, ᾿Αβισὰφ υἱὸς αὐτοῦ, 9 Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, ᾿Οζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. 10 καὶ υἱοὶ ῾Ελκανά, ᾿Αμασὶ καὶ ᾿Αχιμώθ, 11 ῾Ελκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, 12 ᾿Ελιὰβ υἱὸς αὐτοῦ, ῾Ιερεὰμ υἱὸς αὐτοῦ, ῾Ελκανὰ υἱὸς αὐτοῦ. 13 υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ ᾿Αβιά. 14 υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, ᾿Οζὰ υἱὸς αὐτοῦ, 15 Σαμαὰ υἱὸς αὐτοῦ, ᾿Αγγία υἱὸς αὐτοῦ, ᾿Ασαΐας υἱὸς αὐτοῦ. 16 καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 17 καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 18 καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς ᾿Ιωήλ, υἱοῦ Σαμουήλ, 19 υἱοῦ ῾Ελκανά, υἱοῦ ῾Ιερεβὰμ υἱοῦ ᾿Ελιὴλ υἱοῦ Θοοὺ 20 υἱοῦ Σοὺφ υἱοῦ ῾Ελκανὰ υἱοῦ Μαὰθ υἱοῦ ᾿Αμαθὶ 21 υἱοῦ ῾Ελκανὰ υἱοῦ ᾿Ιωὴλ υἱοῦ ᾿Αζαρία υἱοῦ Σαφανία 22 υἱοῦ Θαὰθ υἱοῦ ᾿Ασὴρ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορὲ 23 υἱοῦ ᾿Ισάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ ᾿Ισραήλ. 24 καὶ ὁ ἀδελφὸς αὐτοῦ ᾿Ασὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· ᾿Ασὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ 25 υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία 26 υἱοῦ ᾿Αθανὶ υἱοῦ Ζαραΐ υἱοῦ ᾿Αδαΐ 27 υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ 28 υἱοῦ ᾿Ιεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. 29 καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ ᾿Αβαΐ υἱοῦ Μαλὼχ 30 υἱοῦ ᾿Ασεβὶ υἱοῦ ᾿Αμεσία υἱοῦ Χελκίου 31 υἱοῦ ᾿Αμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ 32 υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί. 33 καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. 34 καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. 35 καὶ οὗτοι υἱοὶ ᾿Ααρών· ᾿Ελεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, ᾿Αβισοὺ υἱὸς αὐτοῦ, 36 Βωκαὶ υἱὸς αὐτοῦ, ᾿Οζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, 37 Μαριὴλ υἱὸς αὐτοῦ, ᾿Αμαρία υἱὸς αὐτοῦ, ᾿Αχιτὼβ υἱὸς αὐτοῦ, 38 Σαδὼκ υἱὸς αὐτοῦ, ᾿Αχιμάας υἱὸς αὐτοῦ. 39 καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς ᾿Ααρὼν τῇ πατριᾷ τοῦ Κααθὶ ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος 40 καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ ᾿Ιούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· 41 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ ᾿Ιεφοννή. 42 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Εσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς 43 καὶ τὴν ᾿Ιεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς 44 καὶ τὴν ᾿Ασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. 45 καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. 46 καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. 47 καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ᾿Ισσάχαρ, ἐκ φυλῆς ᾿Ασήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. 48 καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο. 49 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 50 καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ᾿Ιούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος. 51 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς ᾿Εφραίμ. 52 καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει ᾿Εφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς 53 καὶ τὴν ᾿Ιεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς 54 καὶ τὴν ᾿Εγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς 55 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν ᾿Ανὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. 56 τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ασηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· 57 καὶ ἐκ φυλῆς ᾿Ισσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς 58 καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς· 59 καὶ ἐκ φυλῆς ᾿Ασὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αβδὼν καὶ τὰ περισπόρια αὐτῆς 60 καὶ τὴν ᾿Ακὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς· 61 καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς. 62 τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, 63 ἐκ τοῦ πέραν τοῦ ᾿Ιορδάνου τὴν ῾Ιεριχὼ κατὰ δυσμὰς τοῦ ᾿Ιορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιασὰ καὶ τὰ περισπόρια αὐτῆς 64 καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς 65 καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς 66 καὶ τὴν ' καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.


7

ΚΑΙ τοῖς υἱοῖς ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Σεμερών, τέσσαρες. 2 καὶ υἱοὶ Θωλά· ᾿Οζί, Ραφαΐα καὶ ᾿Ιεριὴλ καὶ ᾿Ιαμαΐ καὶ ᾿Ιεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. 3 καὶ υἱοὶ ᾿Οζί· ᾿Ιεζραΐα καὶ υἱοὶ ᾿Ιεζραΐα· Μιχαήλ, ᾿Αβδιοὺ καὶ ᾿Ιωὴλ καὶ ᾿Ιεσία, πέντε, ἄρχοντες πάντες. 4 καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. 5 καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς ᾿Ισσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. 6 υἱοὶ Βενιαμίν· Βαλὲ καὶ Βαχὶρ καὶ ᾿Ιαδιήλ, τρεῖς. 7 καὶ υἱοὶ Βαλέ· ᾿Ασεβὼν καὶ ᾿Οζὶ καὶ ᾿Οζιὴλ καὶ ᾿Ιεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες. 8 καὶ υἱοὶ Βαχίρ· Ζεμιρὰ καὶ ᾿Ιωὰς καὶ ᾿Ελιέζερ καὶ ᾿Ελιθενὰν καὶ ᾿Αμαρία καὶ ᾿Ιεριμὼθ καὶ ᾿Αβιοὺδ καὶ ᾿Αναθὼθ καὶ ᾿Ελμεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ. 9 καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. 10 καὶ υἱοὶ ᾿Ιαδιήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· ᾿Ιαοὺς καὶ Βενιαμὶν καὶ ᾿Αὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ ᾿Αχισαάρ. 11 πάντες οὗτοι υἱοὶ ᾿Ιαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. 12 καὶ Σαπφὶν καὶ ᾿Απφὶν καὶ υἱοὶ Ραώμ· υἱὸς αὐτοῦ ᾿Αέρ. 13 υἱοὶ Νεφθαλί· ᾿Ιασιήλ, Γωνὶ καὶ ᾿Ισσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά. 14 υἱοὶ Μανασσῆ· ᾿Ασεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ. 15 καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ ᾿Αμφὶν καὶ Μαμφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες. 16 καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος· υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ. 17 καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ. 18 καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν ᾿Ισαδὲκ καὶ τὸν ᾿Αβιέζερ καὶ τὸν Μαελά. 19 καὶ ἦσαν υἱοὶ Σεμιρά· ᾿Ιααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ ᾿Ανιάν. 20 καὶ υἱοὶ ᾿Εφραίμ· Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, ᾿Ελεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, 21 Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ ᾿Αζὲρ καὶ ᾿Ελεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. 22 καὶ ἐπένθησεν ᾿Εφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. 23 καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. 24 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ ᾿Οζάν· Σεηρά, 25 καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ. 26 τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς ᾿Αμιούδ, ᾿Ελισαμαΐ υἱὸς αὐτοῦ, 27 Νοὺμ υἱὸς αὐτοῦ, ᾿Ιησουὲ υἱὸς αὐτοῦ. 28 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς. 29 καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ· Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ ᾿Ιωσὴφ υἱοῦ ᾿Ισραήλ. 30 υἱοὶ ᾿Ασήρ· ᾿Ιεμνὰ καὶ Σουΐα. καὶ ᾿Ισουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν. 31 καὶ υἱοὶ Βεριά· Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ. 32 καὶ Χάβερ ἐγέννησε τὸν ᾿Ιαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. 33 καὶ υἱοὶ ᾿Ιαφλήτ· Φασὲκ καὶ Βαβαὴλ καὶ ᾿Ασίθ· οὗτοι υἱοὶ ᾿Ιαφλήτ. 34 καὶ υἱοὶ Σεμμήρ· ᾿Αχιουραογὰ καὶ ᾿Οβὰ καὶ ᾿Αρὰμ 35 καὶ Βανηελάμ· ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ ᾿Ιμανὰ καὶ Σελλὴς καὶ ᾿Αμάλ. 36 υἱοὶ Σωφά· Σουὲ καὶ ᾿Αρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ ᾿Ιμρὰν 37 καὶ Σοβὰλ καὶ ῍Ωδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ ᾿Ιεθρὰν καὶ Βεηρά. 38 καὶ υἱοὶ ᾿Ιεθήρ· ᾿Ιεφινὰ καὶ Φασφὰ καὶ ᾿Αρά. 39 καὶ υἱοὶ ῾Ωλά· ᾿Ορέχ, ᾿Ανιὴλ καὶ Ρασιά. 40 πάντες οὗτοι υἱοὶ ᾿Ασήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες.


8

ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ ᾿Ασβὴλ τὸν δεύτερον, ᾿Ααρὰ τὸν τρίτον, 2 Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον. 3 καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· ᾿Αδὶρ καὶ Γηρὰ καὶ ᾿Αβιοὺδ 4 καὶ ᾿Αβισουὲ καὶ Νοαμὰ καὶ ᾿Αχιὰ 5 καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ. 6 οὗτοι υἱοὶ ᾿Αώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί· 7 καὶ Νοομὰ καὶ ᾿Αχιὰ καὶ Γηρά· οὗτος ᾿Ιεγλαὰμ καὶ ἐγέννησε τὸν ᾿Αζὰ καὶ τὸν ᾿Ιαχιχώ. 8 καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν ῾Ωσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ. 9 καὶ ἐγέννησεν ἐκ τῆς ᾿Αδὰ γυναικὸς αὐτοῦ τὸν ᾿Ιωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ 10 καὶ τὸν ᾿Ιαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν. 11 καὶ ἐκ τῆς ῾Ωσὶν ἐγέννησε τὸν ᾿Αβιτὼλ καὶ τὸν ᾿Αλφαάλ. 12 καὶ υἱοὶ ᾿Αλφαάλ· ᾿Ωβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν ᾿Ωνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· 13 καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. 14 καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ ᾿Αριμὼθ 15 καὶ Ζαβαδία, καὶ ᾿Ωρὴδ καὶ ῎Εδερ 16 καὶ Μιχαὴλ καὶ ᾿Ιεσφὰ καὶ ᾿Ιωδά, υἱοὶ Βεριά. 17 καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ ᾿Αζακὶ καὶ ᾿Αβὰρ 18 καὶ ᾿Ισαμαρὶ καὶ ᾿Ιεζλίας καὶ ᾿Ιωβάβ, υἱοὶ ᾿Ελφαάλ. 19 καὶ ᾿Ιακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ 20 καὶ ᾿Ελιωναΐ καὶ Σαλαθὶ καὶ ᾿Ελιηλὶ 21 καὶ ᾿Αδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ. 22 καὶ ᾿Ιεσφὰν καὶ ᾿Ωβὴδ καὶ ᾿Ελεὴλ 23 καὶ ᾿Αβδιὼν καὶ Ζεχρὶ καὶ ᾿Ανὰν 24 καὶ ᾿Ανανία καὶ ᾿Αμβρὶ καὶ Αἰλὰμ καὶ ᾿Αναθὼθ 25 καὶ ᾿Ιαθὶν καὶ ᾿Ιεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ, 26 καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία 27 καὶ ᾿Ιαρασία καὶ ᾿Εριὰ καὶ Ζεχρί, υἱοὶ ῾Ιεροάμ. 28 οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ· 29 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά. 30 καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 31 καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ· 32 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. 33 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. 34 καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 35 καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ ᾿Αχάζ. 36 καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν ᾿Ασμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά, 37 καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. 38 καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά· πάντες οὗτοι υἱοὶ ᾿Εσήλ. 39 καὶ υἱοὶ ᾿Ασήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ιὰς ὁ δεύτερος καὶ ᾿Ελιφαλὲτ ὁ τρίτος. 40 καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.


9

ΚΑΙ πᾶς ᾿Ισραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν, 2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν ᾿Ισραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. 3 καὶ ἐν ῾Ιερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν ᾿Ιούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν ᾿Εφραὶμ καὶ Μανασσῆ· 4 Γνωθὶ καὶ υἱὸς ᾿Αμμιούδ, υἱοῦ ᾿Αμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ ᾿Ιούδα. 5 καὶ ἐκ τῶν Σηλωνί· ᾿Ασαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. 6 ἐκ τῶν υἱῶν Ζαρά· ᾿Ιεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. 7 καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ ᾿Ωδουΐα υἱοῦ ᾿Ασινοῦ 8 καὶ ᾿Ιεμναὰ υἱὸς ῾Ιεροβοὰμ καὶ ᾿Ηλώ· οὗτοι υἱοὶ ᾿Οζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ ᾿Ιεμναΐ 9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. 10 καὶ ἀπὸ τῶν ἱερέων· ᾿Ιωδαὲ καὶ ᾿Ιωαρὶμ καὶ ᾿Ιαχὶν 11 καὶ ᾿Αζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ ᾿Αχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ 12 καὶ ᾿Αδαΐα υἱὸς ᾿Ιραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς ᾿Αδιὴλ υἱοῦ ᾿Εζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ ᾿Εμμὴρ 13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ. 14 καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς ᾿Ασὼβ υἱοῦ ᾿Εζρικὰμ υἱοῦ ᾿Ασαβία ἐκ τῶν υἱῶν Μεραρί, 15 καὶ Βακβακὰρ καὶ ᾿Αρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ ᾿Ασὰφ 16 καὶ ᾿Αβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ ᾿Ιδιθοῦν καὶ Βαραχία υἱὸς ᾿Οσσὰ υἱοῦ ῾Ελκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί. 17 οἱ πυλωροί· Σαλώμ, ᾿Ακούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· 18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. 19 καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον. 20 καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ. 21 Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22 πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. 23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν. 24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. 25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων. 26 ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, 27 ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. 28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι. 29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. 30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. 31 καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32 καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. 33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις. 34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ. 35 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν ᾿Ιεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά. 36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ 37 καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ. 38 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 39 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. 40 καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 41 καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ. 42 καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά, 43 καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. 44 καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά. οὗτοι υἱοὶ ᾿Εσήλ.


10

ΚΑΙ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν ᾿Ισραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ. 2 καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ. 3 καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων. 4 καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε. 6 καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε. 7 καὶ εἶδε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν ᾿Ισραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς. 8 καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ. 9 καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ· 10 καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. 11 καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ ᾿Ισραήλ. 12 καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς ᾿Ιαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν ᾿Ιαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας. 13 καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης· 14 καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαί.
 


Back                                 Homepage                             Next ►►►